Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 10.193 | Joseph. AJ 10.197 (English) | >>Joseph. AJ 10.200 |
10.195
τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν , εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων , θάνατον ἠπείλησεν αὐτοῖς , εἰ μὴ τὸ ὄναρ εἴποιεν , προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι .
10.197Δανίηλος δʼ ἀκούσας , ὅτι προσέταξε πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς ἀποθανεῖν , ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν , πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ .
10.198δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν , διʼ ἣν ὁ βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους , καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν , παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν · ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 10.193 | Joseph. AJ 10.197 (English) | >>Joseph. AJ 10.200 |